῾Ο κατά κόσμον Αναστάσιος Κεφαλᾶς γεννήθηκε τό 1846 στή Σηλυβρία ἀπό εὐσεβεῖς γονεῖς ὅπου ἔμαθε τά πρῶτα γράμματα. Σέ ἡλικία 14 ετών πῆγε στη Βασιλεύουσα, γιά ἐργασία. Τίς ἀλεύθερες ὦρες μελετοῦσε τούς Πατέρες καί ἐκκλησιαζόταν. ̉Εργάστηκε ὡς παιδονόμος καί δάσκαλος στό σχολεῖο τοῦ Μετοχίου τοῦ Παναγίου Τάφου. Τό 1866, διορίσθηκε δάσκαλος στό Λιθί τῆς Χίου. Τό 1876 ἐκάρη μοναχός μέ τό ὄνομα Λάζαρος στή Νέα Μονή τῆς Χίου.
Νεκτάριος ὁνομάσθηκε, ὅταν χειροτονήθηκε διάκονος. ῾Ο Χιώτης, ̉Ιωάννης Χωρέμης, τόν βοήθησε νά συνεχίσει τίς σπουδές του στήν ̉Αθήνα. Κατά τή διάρκεια τῶν σπουδῶν του ὁ εὐεργέτης του πέθανε. Γνωστοί του, τόν σύστησαν στόν Πατριάρχη ̉Αλεξανδρείας Σωφρόνιο, ὁ ὁποῖος ἀνέλαβε τά ἔξοδα γιά τίς σπουδές του στή Θεολογική Σχολή.
῞Οταν ἦλθε στήν ̉Αλεξάνδρεια, χειροτονήθηκε πρεσβύτερος καί ανέλαβε τά καθήκοντα γραμματέα καί ἱεροκήρυκα τοῦ Πατριαρχείου. Τό 1889 χειροτονήθηκε μητροπολίτης Πενταπόλεως. ῾Η δράση του προκάλεσε τήν ἀντίδραση κληρικῶν, οἱ ὁποίοι τόν διέβαλαν στόν Σωφρόνιο. Δυστυχῶς οἱ εἰσηγήσεις τους ἔγιναν ἀποδεκτές ἀπό τόν Πατριάρχη καί τόν ἀπομάκρυνε ἀπό τό Πατριαρχεῖο.
Τό 1889 ἦλθε στήν ̉Αθήνα ὅπου ἀναζητοῦσε ἐργασία. Διορίσθηκε τό 1891 ἱεροκήρυκας Εὐβοίας, ἀργότερα Φθιώτιδος καί τέλος διευθυντής τῆς Ριζαρείου. Τό 1904 ἵδρυσε στήν Αἴγινα τή Μονή τῆς ῾Αγίας Τριάδος, ὅπου καί ἔμεινε μετά τήν παραίτησή του ἀπό τή Ριζάρειο τό 1908. Τό 1919 προσβλήθηκε ἀπό καρκίνο του προστάτη. Τό 1920 οἱ πόνοι ἔγιναν ἀφόρητοι καί ἀναγκάστηκε νά νοσηλευτεῖ στό «̉Αρεταίειο», ὅπου στίς 8 Νοεμβρίου 1920 κοιμήθηκε.
Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Αγιον Νεκτάριον Πενταπόλεως
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις) καὶ τὰ ἑξῆς Τροπάρια:
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῆς ̉Εκκλησίας ἀθλητὴς ἀνεδείχθῃς* καί τῶν πιστῶν καταφύγιον, πάτερ,* διὸ βοῶμεν ἅπαντες πρός σε ἱκετικῶς,* ῥῦσαι, τοὺς προστρέχοντας καὶ θερμῶς ἐκβοῶντας* πάσης περιστάσεως καὶ ποικίλων κινδύνων,* ταῖς πρὸς Θεὸν λιταῖς σου, θαυμαστέ,* σὲ γὰρ προστάτην,* Νεκτάριε, ἔχομεν
Δόξα Πατρί… Ἀπολυτίκιον. Ἦχος δʹ.
Κατήρδευσας, ὅσιε, χριστιανῶν τὰς ψυχάς,* δι̉ ἔργων καὶ λόγων σου καὶ συγγραμάτων σοφῶν* καὶ γέγονας πρότυπον* πάντων τῶν ὀρθοδόξων* τῶν ἐν θλίψεσιν ὄντων,* ὡς καὶ διαβληθέντων ὑπ̉ ἀχρείων ἀνθρώπων.* ῞Αγιε ̉Αρχιθύτα Νεκτάριε,* πρέσβευε Χριστῷ τῷ Θεῷ,* σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν… Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι,* εἰ μὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα,* τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τίς δὲ διεφύλαξεν,* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ,* σοὺς γὰρ δούλους σώζεις ἀεί,* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν´(50ος) Ψαλμὸς (χύμα) καὶ ἀρχόμεθα νά ψάλλωμεν τὰς ᾨδᾶς τοῦ Κανόνος.
ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας[1]…
Νεκτάριε, σπεύδω γονυκλινῶς* πρός σε ὁ ἀχρεῖος καὶ αἰτοῦμαι σὴν ἀρωγὴν,* ἣν δώρησαι, πάτερ τῷ ἱκέτη* καὶ ἐκ παγίδων τοῦ δράκο-ντος ῥῦσαί με.
̉Ενίκησας δαίμονα ἰσχυρόν,* ὃς ἔσπευσε, πάτερ, ἀμαυρῶσαί σου τὴν ψυχὴν* καὶ τὰς τῶν ψευδαδέλφων διαδόσεις,* διὰ εὐτόνων ἀγώνων διέλυσας.
Κηρύττουσι πάντες πανευλαβῶς* φωνῇ γεγονυίᾳ* θαυματά σου τὰ πολλαπλᾶ,* ἃ, πάτερ Νεκτάριε, ἀπαύστως* ἐπιτελεῖς ἀναργύρως ἱκέταις σου.
Χαῖρε, Πανάχραντε Μαριάμ,* ̉Αγγέλων ἡ δόξα* καὶ ἀνθρώπων ἡ χαρμονή,* δεόμεθά
σου ἀπαύστως οἱ ἀχρείοι,* ὑπὲρ ἡμῶν τὸν Υἱὸν Σου, ἱκέτευε.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος…
Τὰ τοῦ βίου μου τέλη χριστιανὰ δώρησαι* ὡς καί ἀνεπαίσχυντα ταῦτα,* πάτερ Νεκτάριε,* ἀπολογίαν καλήν* πρό τοῦ Χριστοῦ κριτηρίου* καί χαράν οὐράνιον* δίδου μοι, πάντιμε.
̉Αθλητής σύ κατέστης τῶν ἀρετῶν, ἔνδοξε,* καί τῶν χαρισμάτων ἀπαύστως* θεῖον γεώργιον,* τῶν δέ ποικίλων παθῶν* ἦσθα πολέμιος μέγας* καί πιστῶν τό στήριγμα* μάκαρ Νεκτάριε.
῾Ρυπαρός ἀνεδείχθην ὁ μισερός, ἔνθεε,* καί ἁμαρτιῶν θανασήμων τό καταγώγιον* σύ λάμπρινόν μου τόν νοῦν* καί φωτισόν καρδίαν* καί εἰρήνην εὔσημε,* τάχος μοι χάρισον.
Θεοτοκίον.
̉Εκ τροχαίου, Παρθένε,* σὺ διαφύλαττε* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή* τὴν σὴν βοήθειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,* Θεομακάριστε.
Διάσωσον* ἀπό κινδύνων, Νεκτάριε, σοῦ ἱκέτας,* ὅτι πάντες σεμνοπρεπῶς* πρός σε καταφεύγομεν,*τόν μέγα προστάτην τῶν ̉Ορθοδόξων.
̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα Δέησις καὶ τὸ Κάθισμα.
Ἦχος βʹ. Πρεσβεία θερμὴ.
Σύ πρέσβυς θερμὸς* κατέστης, θεοδόξαστε,* καὶ πάντων ἡμῶν* φρουρός τε καὶ ὀχύρωμα* ἐκτενῶς βοῶμέν σοι˙* ὦ Νεκτάριε σοφέ, πρόφθασον* καὶ ἐκ ποικίλων νόσων, ἰατρέ,* τοὺς ἱκέτας τάχος ἐλευθέρωσον.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…
̉Ιατρὸς ἀλάνθαστος* ἀνεδείχθῃς, ὅσιε, καὶ ἀνάργυρος,* διὸ πάντες οἱ ̉Ορθόδοξοι* πόθῳ σοι προσφεύγουσι, Νεκτάριε.
Εὐσπλαχνίας σὺ πρότυπον* καὶ ἀγάπης, πά-τερ, τὸ ἐνδυαίτημα* ἀνεδείχθῃς, ὦ Νεκτάριε,* διὸ πάντες* πίστει σοι προστρέχομεν.
Συκοφάντης δεινότατος* ἀνεδείχθην ὁ ἀχρεῖος ἱκέτης σου,* διὸ σοι πίστει καταφεύγω* καί μεσίτην προβάλλω σε, ῞Οσιε.
Θεοτοκίον.
Σὲ ἐλπίδα καὶ ἄγκυρα* ὡς καὶ ἰατρὸν ἀνάργυρον ἔχομεν,* διὸ πίστει καταφεύγομεν* τῇ εἰκόνι σου, Μαρία θεόζηλε.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
῞Οπλον ἰσχυρὸν* αἱ πρεσβεῖαι σου πρὸς Κύριον* εἰσί, Νεκτάριε θαυματουργέ,* διὸ προστρέχω σοί* πόθῳ καὶ πίστει, ἔνδοξε.
῎Ιασαι ταχὺ* τῶν παθῶν μου τὴν ἀσθένειαν* καὶ τὰς αἰσθήσεις πλήρωσον φωτὸς* τοῦ Παναγίου Πνεύματος, Νεκτάριε.
Πίστιν ἀκλινῆ* σὺ παράσχου μοι, Νεκτάριε,* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς,* ὦ ̉Αρχιθύτα, ̉Ορθοδόξων τεῖχος καὶ ὀχύρωμα.
Θεοτοκίον.
῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.
ᾨδὴ στʹ. Τὴν δέησιν…
῾Ρητόρων τὴν κορυφὴν καλοῦμέν σε* ὦ Νεκτάριε φωσφόρε, καὶ κλέος,* τῶν μοναστῶν παραμύθιον μέγα* καὶ ἰατρὸν τὸν ἀλάνθαστον* καὶ πάντων τῶν ἐν συμφοραῖς* σέ προστάτην καὶ ῥύστην, πανόσιε.
῾Ο τάλας καθικετεύω σε, πάτερ,* καὶ θερμῶς πρός σε τὰς χείρας μου αἴρω* καὶ ἐζητῶ σὴν βοήθειαν πόθῳ,* ἵνα φυλάττῃς τὰ τέκνα μου, ῞Οσιε,* ἐκ πάντων τῶν ἀσθενειῶν* τῆς ψυχῆς καὶ τοῦ σώματος, ἔνθεε.
Σωτῆρα καί Λυτρωτήν τῶν ἀνθρώπων* καθικέτευε, θεοπρόβλητε πάτερ,* ἵνα σωθῶμεν ἡμεῖς οἱ ἀχρείοι* ἐκ θανασήμων δηγμάτων τοῦ ὄφεως,* Νεκτάριε θαυματουργέ,*
Θεοτοκίον.
Νευρώσεις Σύ, ἀπελαύνεις, ῎Αχραντε,* καὶ τὰς νόσους θεραπεύεις ταχέως,* καὶ ταῖς ψυχαῖς ἱκετῶν Σου παρέχεις,* ἀκαταπαύστως βοήθειαν ἔνδοξε˙* δεόμεθά σου, Μαριάμ,* τῆς ψυχῆς ἡμῶν ὄμματα ἄνοιξον.
Διάσωσον* ἀπὸ κινδύνων, Νεκτάριε, σοῦ ἱκέτας* ὅτι πάντες σεμνοπρεπῶς* πρός σε καταφεύγομεν,* τὸν μέγα προστάτην τῶν ̉Ορθοδόξων.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Καὶ πάλιν Δέησις καὶ εἶτα τὸ
Κοντάκιον. Ἦχος βʹ. Προστασία.
Σύ προστάτης τῶν χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς Θεὸν ἀκοίμητος ῞Οσιε˙* μὴ παρίδῃς* ἱκετῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦσον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων σοι˙* ῥῦσαι ἡμᾶς ἀπαύστως* ἐκ νόσων καί τυραννίδος* ἀρχεκάκου πτερνιστοῦ,*θαυματό-βρυτε Νεκτάριε.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται. (δίς)
Στίχος: Καυχήσονται ῞Οσιοι ἐν δόξῃ καί ἀγαλλιάσονται ἐπί τῶν κοιτῶν αὐτῶν.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στʹ 17-22) ἁγίου Εὐαγγελίου …
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισή-σωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄ-νομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ …
Ταῖς τοῦ ̉Αρχιθύτου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην …
Μὴ ἐγκαταλείπῃς με, ὦ Αρχιθύτα Κυρίου,* θαυμαστέ Νεκτάριε, ἀλλά δέξαι δέησιν τοῦ ἱκέτους σου˙* νόσοι κατέβαλλον ὅλον μου τὸ σῶμα* καὶ τὴν ψυχὴν μου, ἱερώτατε,˙* σκέπην οὐ κέκτημαι,* οὐδὲ καταφύγιον, ῞Αγιε,* πάντοθεν περικέκλεισμαι* καὶ παρηγορίαν οὐκ ἔχω πλὴν σου˙* ὅθεν σοι προσπίπτω* καὶ δέομαι ὁ τάλας ταπεινῶς,* μὴ παραβλέψῃς ἱκέτην σου* ̉Ορθοδόξων καύχημα.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
Φιλαλήθης ἐδείχθης,* ταπεινός ὡς καί πρᾶος, θεοειδέστατε,* καί δόξα μοναζόντων,* διό πάντες κραυγάζομεν.* ῏Ω τῶν πατέρων ἡμῶν,* Θεός εὐλογητός εἶ.
̉Εμπαθὴς καὶ αὐθάδης,* ὑψηλόφρων καὶ φί-λαρχος, μάκαρ γέγονα,* διό σοι καταφεύγω* καὶ πόθῳ ἀνακράζω,* ἀθλοφόρε Νεκτάριε,* ἐκ τῶν ποικίλων παθῶν* ἀπάλλαξον ἱκέτην.
῾Υπερόπτης κατέστην* ἀμελής, ὑβριστής τε καὶ ἀφιλόξενος* καὶί παίγνιον δαιμόνων* καὶ κάτοπτρον κακίας,* διό φόβῳ προσέρχομαι,* Νεκτάριε θαυμαστέ,* αἰτῶν λιταῖς σου ἅγιε.
Θεοτοκίον.
Λειτουργοὺς τοῦ ῾Υψίστου,* Θεοτόκε Μαρία, πάντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ βοῶμεν σοι˙* Χαῖρε Παρθένε ἁγνή* ἀγγέλων ὑπερτέρα.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
Γῆν τῆς Αἰγίνης* σύ καθηγίασας, πάτερ,* καί κατέστησας χῶρον θαυμάτων,* διό οἱ νοσοῦντες* προσέρχονται, ἐν ταύτῃ.
῾Ελλήνων χώραν* τῶν ̉Ορθοδόξων τὰ πλήθη* μακαρίζουσι, Νεκτάριε, ἀπαύστως,* ὅτι σοῦ κατέχει* λείψανα τὰ θεῖα.
̉Ιατρός πάντων* τῶν νοσημάτων ἐδείχθης,* διό σοι καταφεύγομεν πίστει,* οἱ ὑπὸ τῶν νό-σων* τρωθέντες, Χριστοδρόμε
Θεοτοκίον.
Τὴν νεολαίαν* ἐξ ἐθισμῶν καὶ τῆς πλάνης* διαφύλαττε πάντες αἰτοῦμεν* καὶ ὁδήγησέ την* εἰς τὰς αὐλὰς τοῦ Κτίστου.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον.
Γεώργιον Κυρίου* καί πίστεως στῦλον* τόν σόν ἱκέτην ἀνάδειξον, ῞Οσιε,* καί ἐκ ποικίλων παθῶν με* ἴασαι τάχιστα.
̉Εν νήσῳ τῆς Αἰγίνης* ἤθλησας ἐσχάτως* καὶ παραδείσου τὰς πύλας ἠνέωξας,* διὸ ἀπαύστως πιστοὶ* Χριστὸν δοξολογοῦσι.
῏Ω θεῖε ῾Ιεράρχα,* σὲ καθικετεύω* γονυκλινῶς καί σοῦ δέομαι, ἔνδοξε,* ἐκ τῶν ὀδόντων ἐχθροῦ με* τάχος ἐξάρπασον,
Θεοτοκίον.
̉Αξίωσον ἱκέτην,* Δέσποινα τοῦ κόσμου,* ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων,* ἵνα γεραὶρω σε.
Καὶ εὐθὺς τὰ παρόντα Μεγαλυνάρια.
῎Αξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Χαίροις Σηλυβρίας θεῖος βλαστός* καὶ τῶν ̉Ορθοδόξων ἀντιλήπτωρ καὶ βοηθός.* Χαίροις μοναζόντων ἀγλάϊσμα καὶ δόξα* καὶ πάντων τῶν ἐν θλίψει τὸ παραμύθιον.
Λόγους οὐχ εὑρίσκω, θαυματουργέ,* δεόντως ὑμνεῖσαι θαύματά Σου τὰ πολλαπλά,* ἃ τελεῖς ἁπαύστως* τοῖς πόθῳ σε αἰτοῦσι* καὶ πίστει προσκυνοῦσι* τὴν θείαν κάραν Σου.
Δίδου μοι μετάνοιαν, θαυμαστέ,* Νεκτάριε πάτερ,* τῶν ῾Ελλήνων ἡ χαρμονή,* ἵνα ἀπολαύσω τήν δόξαν τοῦ Κυρίου* καί Παραδείσου κάλλη* σύν σοι, μακάριε.
Πᾶσαν τήν ἐλπίδα μου, θαυμαστέ,* πρός σε ἐπιῤῥίπτω* ὁ ἀχρεῖος καὶ μισερός,* διό σοι προσπίπτω* καὶ δέομαι ὁ τάλας* τὸ σκότος τοῦ νοός μου* τάχος σὺ φώτισον.
Σὲ τὸν ̉Αρχιθύτην τοῦ ̉Ιησοῦ* καὶ τῆς ̉Εκκλησίας τὸν ἀστέρα τὸν φαεινόν,* ̉Ορθοδόξων πλήθη* τιμῶσι θεαρέστως* καὶ πρὸ τῶν σῶν λειψάνων* πίστει προσπίπτουσι.
῎Ελαβες τὴν χάριν παρὰ Θεοῦ* παρέχειν ἰάσεις* ἀναργύρως χριστιανοῖς,* διὸ οἱ νοσοῦντες* πρός σε, ὦ φωτοφόρε,* προσέρχονται ἀσμένως,* μάκαρ Νεκτάριε.
Χαίρουσι χριστώνυμοι εὐλαβῶς* δοξάζοντες Κτίστην μετὰ δέους καὶ σεβασμοῦ* τὸν δόντα προστάτην* ἡμῖν τοῖς ἀναξίοις,* σὲ μάκαρ ̉Αρχιθύτα,* πάτερ Νεκτάριε.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
῾Ο Χορός τὸ Τρισάγιον, Πάτερ ἡμῶν… καὶ τὸ
Ἀπολυτίκιον. Ἦχος δʹ.
Κατήρδευσας, ὅσιε, χριστιανῶν τὰς ψυχάς,* δι̉ ἔργων καὶ λόγων σου καὶ συγγραμάτων σοφῶν* καὶ γέγονας πρότυπον* πάντων τῶν ὀρθοδόξων* τῶν ἐν θλίψεσιν ὄντων,* ὡς καὶ διαβληθέντων ὑπ̉ ἀχρείων ἀνθρώπων.* ῞Αγιε ̉Αρχιθύτα Νεκτάριε,* πρέσβευε Χριστῷ τῷ Θεῷ,* σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ μικρὰ ἀπόλυσις.Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:
῞Οτε ἐκ τοῦ ξύλου… ῏Ηχος βʹ.
Πάντας τοὺς προστρέχοντας πρὸς σέ* ῥῦσαι, ̉Αρχιθύτα Κυρίου* ἐκ πάσης νόσου ταχύ,* ἄλλον γὰρ οὐκ ἔχομεν* χριστιανῶν ἡ πληθύς* πρεσβευτὴν ἀκατάβλητον καὶ μέγαν μεσίτην,* ὡς καὶ θεῖον πρόμαχον καὶ ῾Ιεράρχην σεμνόν,* σοί, ὧ θεοπρόβλητε πάτερ,* πάντες καταφεύγομεν πόθῳ* λιταῖς σου ἐξαιτούμενοι, Νεκτάριε.
῏Ηχος πλ. δʹ.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉ Αμήν