Τῇ Β´ τοῦ μηνὸς Δεκεμβρίου, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Πορφυρίου τοῦ Καυσοκαλυβίτου, τοῦ διορατικοῦ καὶ θαυματουργοῦ.

Α. Ὑπὸ Εὐαγγέλου Καραδήμου.

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.

Τῆς Εὐβοίας τὸν γόνον, Οἰκουμένης ἀγλάϊσμα, τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς ἰᾶται πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον
καὶ τῆς πανάγνου Θεοτόκου προσφιλέστατον,
ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας.
Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας καὶ φρουρεῖ
καὶ πρεσβεύει ὅπως τύχωμεν θεώσεως.
Ὅθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.

Μεγαλυνάριον.

Χαίροις χαρισμάτων ὁ θησαυρὸς καὶ τῶν ἰαμάτων ἡ πηγὴ ἡ θαυματουργός. Χαίροις ὁ προφήτης ὁ νέος Ἐκκλησίας, Πορφύριε, τρισμάκαρ, Ἄθωνος καύχημα.

Β. Ὑπὸ Χαραλάμπους Μπούσια.

Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Προγιγνώσκειν τὸ μέλλον σοφῶς, Πορφύριε, ὡς ἀντιμίσθιον πόνων καὶ βιοτῆς εὐσεβοῦς χάριν δέδωκέ σοι ἄνωθεν ὁ Κύριος· ἄνθος Εὐβοίας ἱερόν, ἐκ τοῦ Ἄθω μυστικῶς πρὸς κήπους μετεφυτεύθης ἀλήκτου δόξης πρεσβεύειν Χριστῷ ὑπὲρ τῶν εὐφημούντων σε.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Τὸν ὑακίνθῳ καὶ πορφύρᾳ ταπεινώσεως, ὑπακοῆς τε καὶ ἀγάπης στολισάμενον τῆς ψυχῆς αὐτοῦ τὸ ἔνδυμα καὶ ὀφθέντα χαρισμάτων θείου πνεύματος ἐκσφράγισμα εὐφημήσωμεν σοφίας ὡς διδάσκαλον ἀνακράζοντες· Χαίροις, μάκαρ Πορφύριε.

Μεγαλυνάριον.

Χαίροις, ὁ χαρίτων πλησθεὶς πολλῶν ἐν ἐσχάτοις χρόνοις καὶ ἰθύνας πιστοὺς καλῶς πρὸς λειμῶνας θείους, ἀστὴρ θεοσοφίας καὶ ἀκραιφνοῦς ἀγάπης, πάτερ Πορφύριε.

Γ. Ὑπὸ Ἀδαμαντίας Πιπεράκη.

Ἀπολυτίκιον. Ἦχος πλ. δ´. Ὀρθοδοξίας ὁδηγέ.

Φωτὸς χωρίον τοῦ Θεοῦ καὶ χαρισμάτων τοῦ Πνεύματος ἔμπλεως, τῶν ἱερέων καλλονή, τῶν μοναστῶν κανὼν ἀκριβέστατος, Πορφύριε σοφέ, τῇ διακρίσει λάμψας καὶ θαύμασι, Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Ὡς παιδιόθεν τὸν Χριστὸν χαίρων ἠγάπησας, καὶ τὰ τοῦ βίου ἀγαθὰ ἀπαρνησάμενος, τὴν τοῦ Ἄθωνος κατέλαβες πολιτείαν, τὸν τῆς πτώσεως χιτῶνα ἐκδυσάμενος, ἀνεδείχθης τῆς Τριάδος ἐνδιαίτημα καὶ πρεσβεύεις ἀεί, Πάτερ ὅσιε, σωθῆναι ἡμᾶς.

Μεγαλυνάριον.

Χαίροις τῆς Εὐβοίας γόνος ἐσθλός, καὶ ὑπερουσίου τῆς Τριάδος μυσταγωγός· χαίροις τοῦ ἀκτίστου, φωτὸς τοῦ Θαβωρίου, αἱρέτης καὶ δοχεῖον, Πάτερ Πορφύριε.

Δ. Ἀνωνύμων ποιητῶν. (εὑρέθησαν στὸ κελλίον τοῦ Γέροντος ὡς χειρόγραφα, ὡς προσευχὴ ἀγνώστων προσκυνητῶν καὶ ἁπλῶς παρατίθενται ἐδῶ, δὲν προτείνονται πρὸς ψαλμῴδησιν)

Ἀπολυτίκιον. Ἀγνώστου ποιητοῦ. Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Ὁσίως διέπρεψας ἐν μέσῳ ἄστει σοφέ, τὴν κλῆσιν δεξάμενος ἀπὸ κοιλίας μητρός· ὅθεν προσκαρτεροῦντες τὸ πλήρωμα τοῦ χρόνου, προσέτι μαρτυρίᾳ πλείω τούτων δοθῆναι, ἵνα ἀκαταπαύστως τὴν δόξαν σου ὑμνοῦμεν, αἰτούμενοι ἐλέους τῷ σὲ ἁγιάσαντι.

Ἕτερον Ἀπολυτίκιον. Ἀγνώστου ποιητοῦ.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Πνευματέμφορος ὅλος καὶ ἀπαθέστατος, διακρίσεως φάρος φωτοειδέστατος, ἱερατεύων τῷ Χριστῷ, ὡς ἰσάγγελος ὤφθης. Προφήτης θαυμαστός, τὰ ἐγγὺς καὶ τὰ μακράν, προβλέπεις ὅσιε Πάτερ, Πορφύριε θεοφόρε, Ἁγίου Ὄρους τὸ ἀγαλλίαμα.