Λόγος εἰς τὸν ἅγιον Ἰωάννην τὸν Θεολόγον.
Ἅγιος Ἰωάννης Χρυσόστομος. αʹ. Ἰωάννης ἐν Ἐφέσῳ τῆς Ἀσίας, Ἰωάννης τῆς Ἀσίας τὸ καύχημα, μᾶλλον δὲ τῆς οἰκουμένης ὁ στῦλος, Ἰωάννης ὁ ἀγαπητὸς τοῦ Χριστοῦ μαθητὴς, καὶ τοῦ Θεοῦ Λόγου σάλπιγξ, τῶν Ἐφεσίων τὸ κλέος, καὶ τῶν περάτων ὁ κήρυξ, ἡ κιθάρα τῆς θεολογίας, Θεολόγος ἀξίως καλούμενος· τὸ Χερουβικὸν στόμα, καὶ τὸ Σεραφικὸν μυσταγώγημα, ἢ […]





