Λόγος ιζ΄, Εἰς τὰ ἅγια Φῶτα.
Ἅγιος Γρηγόριος ὁ Θεολόγος. Α. Πάλιν Ἰησοῦς ὁ ἐμὸς͵ καὶ πάλιν μυστήριον μυστήριον οὐκ ἀπατηλὸν͵ οὐδ΄ ἄκοσμον͵ οὐδὲ τῆς Ἑλληνικῆς πλάνης͵ καὶ μέθης (οὕτω γὰρ ἐγὼ καλῶ τὰ ἐκείνων σεμνὰ͵ οἶμαι δὲ͵ καὶ τῶν εὐφρονούντων ἕκαστος)͵ ἀλλὰ μυστήριον ὑψηλόν τε καὶ θεῖον͵ καὶ τῆς ἄνω λαμπρότητος πρόξενον. Ἡ γὰρ ἁγία τῶν Φώτων ἡμέρα͵ εἰς ἣν […]





