Λόγοι Αγίων Πατέρων στην παραβολή του ασώτου.
1. Εἰς τὴν παραβολὴν περὶ τοῦ ἀσώτου Ἅγιος Ἰωάννης Χρυσόστομος Ἀεὶ μὲν, ἀδελφοὶ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν κηρύττειν ὀφείλομεν (δι’ αὐτῆς γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν)· μάλιστα δὲ ἐν τούτῳ τῷ καιρῷ χρεωστοῦμεν τοῦτο ποιεῖν, διὰ τὴν κοινὴν ὠφέλειαν, καὶ τὴν εὐεργεσίαν τῶν μελλόντων ἐκ τῆς κολυμβήθρας ἀνατέλλειν ἀστέρων. Καὶ γὰρ οὗτοι διὰ ταύτης […]





