Περὶ ἐλεημοσύνης.
Ἅγιος Ἰωάννης Χρυσόστομος. Πάλιν ἡμῖν παρὰ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐδόθη καιρὸς τοῦ καταβαλεῖν ταῖς ὑμετέραις ἀκοαῖς τὰ τῆς ἐλεημοσύνης σπέρματα· πάλιν ἡμῖν ὁ Χριστὸς δέδωκε τὸν σπορέα μιμήσασθαι τὸν ἐπὶ τὴν καλὴν γῆν σπείροντα τὸν σπόρον αὐτοῦ, καὶ ἑκατονταπλασίονα κομισάμενον. Ἰδοὺ γὰρ τὸ τῶν χειρῶν ἐσάλπισε κήρυγμα· ἰδοὺ τὸ […]





